Ancient Greek
Section 242
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 242
Not analysed yet
Σχῆμα μὲν οὖν] Ἐν τῷ πίνακι τῷ κατʼ Ἐρατοσθένην καὶ Διονύσιον οὐκ ἔγκειται τὸ τῆς Αἰγύπτου σχῆμα, εἰ δεῖ αὐτὴν λαβεῖν οὕτως κειμένην, καθὰ καὶ ὁ Διονύσιος ἐκφράζει, τρίπλευρον ἰσοσκελῆ, ἧς τὸ μὲν πλάτος κεῖται ἐπὶ τὰ βόρεια, τὸ δὲ τῆς κάτω γωνίας ὀξὺ ἕλκεται ἐπὶ τὴν ἀνατολήν. Λαμβανέτω δʼ ὁ βουλόμενος τὴν Σικελίαν παράδειγμα κατὰ τὰς τρεῖς πλευράς.