Ancient Greek
Section 255
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 255
Not analysed yet
Ἔνθα Σινωπίταο] Σινώπη τοῦ Σαράπιδος ἱερὸν, ἀπὸ Σινώπης τοῦ Πόντου, ὅθεν ἠνέχθη τὸ ἄγαλμα. Ἢ τοῦ Μεμφίτου. Σινώπιον γὰρ ὄρος ἐστὶν ἐν Μέμφιδι, ἐν ᾧ τοῦ Σαράπιδος ἱερὸν ἤτοι τοῦ Διὸς ἦν, οὗ τὸ ἄγαλμα μετεκομίσθη εἰς τὴν πλησίον Ἀλεξάνδρειαν. Ἄλλως. Τοῦ Σαράπιδος ἱερὸν ἀπὸ Σίνωπος τοῦ ποταμοῦ, ὅθεν ἦλθε τὸ ἄγαλμα. Ἄδηλον δὲ ἦν ὁρῶσιν, οἵας ὑπῆρχε φύσεως. Ἄλλως. Τῷ Λάγου Πτολεμαίῳ ἐπιφανείς τις δαίμων ἐκέλευσε πέμψαντα ναῦν κομίσαι αὐτόν. Αὕτη ἔστιν ἡ αἰτία διʼ ἧς τιμᾶται ἐν Ἀλεξανδρείᾳ ὁ Σινωπίτης Ζεύς. Βασιλεύς τις εἶδεν ὅτι ἐπέστη αὐτῷ δαίμων· ὃς καὶ εἶπεν αὐτῷ· «Εἴσαξόν με ἐν τῇ πόλει σοῦ. »Διαπορούμενος οὖν ὁ βασιλεὺς περὶ τούτου διὰ τὸ μὴ γινώσκειν αὐτὸν πόθεν εἴη καὶ τίς ἐστιν, ὕστερον ἐκοινώσατο τουτὶ καὶ τοῖς μεγιστᾶσιν αὐτοῦ· οἵτινες πρὸς λύσιν τῆς ἀπορίας τουτὶ προσεφθέγξαντο· Ἔστω σοι βασιλεῦ ὅ τι καταλαβέτω ναῦς τοῖς πελάγεσι, καὶ οὑτωσὶ φερομένη ἔνθεν κἀκεῖθεν ὑπὸ τῶν πνευμάτων ἔλθοι ἂν ἐκεῖσε ὅπου τὸ δαιμόνιον· ἔνεστι προνοία παντὸς τούτου. »Οὕτως ἤδη τῆς νηὸς ἐπιβάντες τινὲς προστάξει βασιλικῇ ἐφέροντο ἐν τῇ θαλάσσῃ πλανώμενοι. Ἐλλιμνίσαντες οὖν ποτε καὶ χρησμολογηθέντες ἀπελθεῖν πρὸς τὴν Ποντικὴν Σινώπην παρεγένοντο ἐκεῖσε. Ἔνθα εὐρόντες τὸ ἴδιον ἄγαλμα ἐκόμισαν αὐτὸ εἰς τὴν τοῦ βασιλέως χώραν τὴν Ἀλεξάνδρειαν. Παῤ οὗ δημοτελὴς τετέλεστο ἑορτὴ, καὶ πολλῇ τιμῇ πρὸς τούτου τετίμητο, ἀλλὰ δὴ καὶ πρὸς τῶν ὑπ᾿ αὐτὸν.