Ancient Greek
Section 259
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 259
Not analysed yet
Φαίνονται σκοπιαί] Πρωτεὺς διὰ τὴν ἀδικίαν τῆς τῶν παίδων ξενοκτονίας εὐξάμενος τοῖς θεοῖς ἠνέχθη εἰς τὴν Φάρον μετὰ Εἰδοθέης τῆς θυγατρὸς, ἔνθα λέγεται ἀποτεθεῶσθαι. Λέγει δὲ σκοπιὰς Εἰδοθέης ἢ τὴν Φάρον αὐτὴν, ὃ ἔστι κτίσμα, ἢ τὸν Ἀντίφαρον λεγόμενον, ὅς ἐστιν ἐν Ταφοσίριδι. Καὶ λέγεται τάφος εἶναι τῆς Εἰδοθέας, τόπος ὢν ὑψηλότατος, ὅθεν καὶ σκοπιὰς εἶπεν Εἰδοθέας. Ἄλλως. Σκοπιαί ἢ ὁ Φάρος ἢ ὁ τάφος αὐτῆς ὡς ἄνω Ταφοσίριδος. Παλληνίδος Εἰθ.] Ἦν γὰρ Παλλήνη πόλις Θρᾴκης, ἐξ ἧς ὁ Πρωτεὺς, ὥς φησιν ὁ τὴν Ἀλέξανδραν γράψας Λυκόφρων (124). Ἦν γὰρ θυγάτηρ Πρωτέως ἡ Εἰδοθέα. Ἐπεὶ ἄνωθεν ἀπὸ Παλλήνης ἦν ἡ Εἰδοθέη, οὔτω δὴ καὶ τὸν Πρωτέα φησὶν ἄνωθεν εἶναι Παλλήνιον ὁ τὴν Ἀλέξανδραν γράψας Λυκόφρων, ὕστερον (ἰστέον v. I.) δὲ μεταστῆναι εἰς Αἴγυπτον διὰ τὴν τῶν παίδων κακοξενίαν, «παίδων ἀλύξας τὰς κακοξείνους πάλας. »Αὕτη ἡ Εἰδοθέα τοῦ Πρωτέως θυγάτηρ ἦν, ὃς Αἰγύπτιος ὢν ἀπῆλθε πρὸς Θρᾴκην. Ἔσχε δὲ καὶ δύο υἱοὺς ξενοκτονοῦντας· τούτους Ἡρακλῆς ἐφόνευσε. Παρακαλέσας δὲ τὸν Ποσειδῶνα διὰ τῶν ἀδύτων τῆς γῆς ἦλθε, καὶ ἔκτισε τὴν Φάρον νῆσον. Ἡ Εἰδοθέα οὖν θυγάτηρ αὐτοῦ ἦν, καὶ οὔτε γελᾶ διὰ τὰ τέκνα, οὔτε κλαίει, ὡς δαίμων.