Ancient Greek
Section 286
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 286
Not analysed yet
Ἑρκυνίου δρυμ.] Πλησίον γὰρ τοῦ Πυρρηναίου ὄρους ὁ Ἑρκύνιος. Ἄλλως. Ἀντὶ τοῦ τὸ Ἑρκύνιον ὄρος παροικοῦντες. Ὀρόγκους δὲ λέγει ἢ τοὺς ὄγκους ἢ τὰς ἄκρας τῶν ὀρῶν, ἢ τοὺς τραχεῖς τόπους. Παραθρώσκοντες δὲ παρατρέχοντες, οἷον ἐπεκτεινόμενοι, τὴν οἴκησιν ἔχοντες μέχρι τοῦ Ἑρκυνίου δρυμοῦ. Ὡς καὶ Ἀπολλώνιος (4, 640)· ἀλλ᾿ Ἥρη σκοπέλοιο καθ᾿ Ἑρκυνίου ἰάχησεν.