Ancient Greek
Section 303
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 303
Not analysed yet
Μαιώτιδος ἐς στόμα λίμνης] ἕως, φησὶ, τῆς Μαιώτιδος, μέχρι γὰρ ταύτης εἰσὶν οἱ Σκύθαι, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος (4, 21), λέγων· «Τάναῖν γὰρ ποταμὸν διαβάντι οὐκέτι Σκυθία. »Λέγει δὲ τοῦτο ὁ Διονύσιος, οὐχ ὡς βουλόμενος ἐνταῦθα παύσασθαι τὴν Σκυθίαν καθόλου, ἀλλὰ τὴν πρὸς βορρᾶν τοῦ Ἴστρου. Οἱ δὲ Βαστάρναι καὶ Γερμανοὶ καὶ οὗτοι πάντες ἐπὶ τὰ ἀριστερὰ κεῖνται τοῦ Ἴστρου· οἱ δὲ Ταῦροι τῆς Σκυθίας, ἐν ᾗ ἐστιν ὁ Ἀχιλλέως δρόμος· οἱ δὲ Σκύθαι παρὰ τὴν Λευκὴν νῆσον.