Ancient Greek
Section 301
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 301
Not analysed yet
Ἡ δὲ Πεύκη νῆσός ἐστιν, ἥντινα ἀποτελεῖ ὁ Ἴστρος, ἧς μέμνηται καὶ Ἀπολλώνιοις (3, 309)· «Ἴστρῳ γάρ τις νῆσος ἐέργεται, οὔνομα Πεύκη. »Πεύκη νῆσος τρίγωνος μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ Πτολεμαῖος ἑπτάστομον λέγει καὶ τὸν Ἴστρον καθὰ τὸν Νεῖλον· ὡσαύτως καὶ ὁ Γεωγράφος.