Ancient Greek
Section 331
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 331
Not analysed yet
Φράζεο δ᾿ Εὐρώπης] Μεταβαίνει ἐπὶ τὴν λοιπὴν Εὐρώπην, καί φησιν αὐτὴν ἐκ τριῶν ὡρισμένων γωνιῶν συγκεῖσθαι. Κρηπῖδα γὰρ λέγει μέτρον τι ὡρισμένον τρίγωνον ἢ τὴν βάσιν. Τινὲς δὲ εἰς τὸ κρηπῖδα στίζουσιν. Ὅστ᾿ ἐπὶ τρισσήν] Τρίγωνον πλευρὰν πρὸς ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτέταται. Τὸ δὲ ἐκ τοῦ Ἴστρου λοιπὸν τῆς Εὐρώπης ὑπολειπόμενον ἄρχεται διαιρεῖν τοῖς ἐπὶ τὰ ἔθνη παρατείνουσιν ἄκροις τοῖς παραλίοις, ὑπάρχον τῆς καθʼ ἡμᾶς θαλάσσης. Ὅταν δὲ πρὸς ἠῶ λέγῃ, τὴν χώραν οὐ τὴν πρὸς ἕω κειμένην, ἀλλὰ τὴν ἐξ Ἰβήρων ἐπὶ τὰ ἑῷα παρέλκουσαν.