Ancient Greek
Section 360
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 360
Not analysed yet
Πρὸς δὲ νότον] τῆς Σειρῆνος Παρθενόπης, ἐξ ἧς καὶ Σειρηνὶς πέτρα. Λέγει δὲ τὴν Νεάπολιν. Ἴσως δὲ διὰ τὸ ἐπ᾿ ὄρους αὐτὴν κεῖσθαι. Ἐνταῦθα γὰρ ἐτιμᾶτο ἡ Παρθενόπη. —Σίλαρος δέ ἐστι ποταμὸς κατωτέρω Λευκανῶν. Πευκεντίνου δὲ, διὰ τὸ ἐν αὐτῷ οἰκεῖν τὸ ἔθνος τοῦτο.