Ancient Greek
Section 377a
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 377a
Not analysed yet
Ἥν ποτ᾿ Ἀμυκλαίων ἐπολ.] Λακεδαιμόνιοι, συνεχῶς ἀφισταμένων τῶν Μεσσηνίων, ἐπεστράτευσαν κατ᾿ αὐτῶν, ὀμόσαντες μὴ ὑποστρέψειν, πρὶν ἂν αὐτοὺς καταδουλώσωνται. Ἐπεκτεινομένου δὲ τοῦ πολέμου, καὶ αὐτῶν, ὥσπερ ὤμοσαν, μὴ ὑποστρεφόντων, αἱ πρεσβύτιδες ἔπεμψαν πρὸς αὐτοὺς λέγουσαι, ὡς ἄτεκνοι τελευτῶμεν, εἰ μὴ πέμψητε μιγνυμένους ταῖς παρθένοις. Οἱ δὲ ἀκούσαντες ἐπελέξαντο πεντήκοντα νεωτέρους οἵους τε παιδοποιεῖν. Καὶ μετὰ ταῦτα ὑποστρεψάντων τῶν Λακεδαιμονίων ἐκ τοῦ πολέμου, οἱ γεννηθέντες παῖδες ὡς νόθοι ἠτιμάζοντο, καὶ τὴν ὕβριν μὴ φέροντες ἐπαναστῆναι τοῖς Λακεδαιμονίοις ἠβούλοντο. Οἱ δὲ Λακεδαιμόνιοι φοβηθέντες ἔπεμψαν αὐτοὺς εἰς Τάραντα ὡς ἀποικίζοντες. Ἄποικοι γάρ εἴσι Λακεδαιμονίων οἱ Ταραντῖνοι, τῶν περὶ Φάλανθον αὐτόθι μετοικησάντων.