Ancient Greek
Section 38
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 38
Not analysed yet
Ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον. Ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. Ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν (ὅτι) τὸ πρὸς νότον μέρος Ἐρυθραῖον. Καὶ διὰ τοῦτο ἔθνος Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Λέγει δὲ τὴν διακεκαυμένην. —πρὸς νότον. Ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ —αὐλήν· ἡ ἐπέκτασις καὶ τὸ ἅπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια διαδέχεται. Γράφεται καὶ ἀγκών.