Ancient Greek
Section 43
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 43
Not analysed yet
Ἐκ τούτου δῆλον, ὡς ἀμφίλοξόν ἐστι τὸ σχῆμα. Τὸ γὰρ ὧδε κἀκεῖσε διαφόρους αὐτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου, καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας τῷ μεγέθει τέσσαρας. Ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι γῇ καὶ πέρατι τῷ Παμφυλίῳ· δεύτερον δὲ τὸν Ὑρκάνιον, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενον. Ἐστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξ ἐναντίου τὴν φύσιν ὥριζε· καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. Ἢ τάχα διὰ ταῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον.