Ancient Greek
Section 441
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 441
Not analysed yet
Παρὰ τῷ Κηφισσῷ ἐστιν ἡ Πυθία. —Ὡς ἔτι τοῦ δράκοντος ἐκεῖσε ὄντος, ἢ διατετυπωμένου αὐτοῦ τοῦ σώματος. Θηλυκῦς δὲ Δελφύνης δράκοντος εἶπεν ἀντὶ τοῦ ἀρσενικοῦ, ὡς καὶ ὁ Ποιητής (II. ο, 275)· λέων ἠῦγένειος· ὁ γὰρ ἄρρην γένειον οὐκ ἔχει. Ὁλκὸς ἡ περιπλοκὴ ἡ περὶ τὸν πόδα. Τινές δέ περιττὸν ἔλεγον τὸν στίχον· ὁλκὸς ἀπειρεσίῃσιν. —Ὁλκὸν δὲ ἢ τὸ οὐραῖον λέγει τοῦ δράκοντος, ἢ ἀπὸ ἔλλου τινὸς τεχνουργήματος τὸ ὅλον σῶμα ἀπεικαζόμενον.