Ancient Greek
Section 525
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 525
Not analysed yet
Αἳ δ᾿ Ἀσίης] αἱ προκείμεναι Ἀσίας Κυκλάδες εἰσί. Δυτικώτεραι γὰρ αὐτῆς εὑρίσκονται. Δεδόσθω γὰρ Ἀσίαν μέχρις ἐκεῖσε διήκειν. Τὸ λοιπὸν Αἰγαίου πελάγους ἐστὶ καὶ οὐκ ἔστιν Ἀσίας. Ἐν δὲ τῷ Αἰγαίῳ αἱ Κυκλάδες πρῶται. Πρώτην δὲ αἶσαν εἶπεν· προτίμησιν γὰρ εἶχον ὑπὲρ τὰς ἄλλας εἰς τὰς ἐν Δήλῳ ἐτησίους θυσίας. Ταύτας τὰς Κυκλάδας ἐπώκησαν οἱ Ἀθηναῖοι καὶ ἡγήσαντο τῶν μὲν εἰς Κέων Θερσιδάμας, εἰς δὲ Σίφνον Ἀλκήνωρ, εἰς δὲ Ἀμοργὸν Νάξιοι, εἰς δὲ Ἄνδρον Κύναιθος καὶ Εὐρύλοχος, εἰς δὲ Κύθνον Κέστωρ καὶ Κεφαλῆνος, εἰς δὲ Πάρον Κλύτιος καὶ Μέλας, εἰς δὲ Δῆλον Ἀντίοχος, εἰς δὲ Νάξον Ἀρχέρτιμος καὶ Τεῦκλος, εἰς δὲ Ῥηναίαν Δήλων, εἰς δὲ Σύρον Ἱππομέδων, εἰς δὲ Μύκονον Ἱπποκλῆς. Ἄλλως. Τελέσας τὴν Εὐρώπην σὺν τῇ Λιβύῃ μεταβαίνει ἐπὶ τὴν Ἀσίαν, καὶ πρῶτον ἔρχεται ἐκ τῶν Κυκλάδων. Ἀμφὶς δὲ ἀντὶ τοῦ περὶ αὐτὴν οὖσαι τὴν Δῆολν.