Ancient Greek
Section 560
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 560
Not analysed yet
Μακροβίων] Ἄποικοι γάρ εἰσιν οὗτοι τῶν ἐῴων Αἰθιόπων ἢ τῶν Ὑπερβορείων. Περὶ μὶν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἄτλαντος κατοικοῦσι οἱ θεοειδεῖς Αἰθίοπες, τῶν μακροβίων οἱ ἄψογοι υἱοί· οἵτινές ποτε μετὰ τὸν θάνατον τοῦ ἀγήνορος, ὃ ἔστι τοῦ αὐθάδους ἢ ὁπερηφάνου ἢ ἀλαζόνος, ὡς τῇ ἀνδρείᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν· ζῶντος μὲν γὰρ αὐτοῦ ἀοίκητος ἦν ἡ νῆσος διʼ αὐτόν. Τὸ δὲ βοοτρόφον Εὐρύθειαν διὰ τὰς ὑπὸ Ἡρακλέους ληφθείσας τοῦ Γηρύνος βοῦς· καὶ τὸ θεουδέες Αἰθιοπῆες ἢ διὰ τὸ μακροβίους εἰρῆσθαι τοὺς Ὑπερβορέους ἢ ὅτι ἀποχωρίζων αὐτοὺς, ὡς θεοειδεῖς, τῶν ἄλλων· ἄδικοι γάρ εἰσιν οἱ τῆς ἑσπερίας Αἰθιόπες. Τινὲς δὲ τὸ τῶν μακροβίων εἰρῆσθαι τῶν Ὑπερβορέων φασὶ, ἐπεὶ καὶ τούτων ὁ Καλλίμαχος (in Del. 282) ἱστορεῖ μακρὸν εἶναι τὸν χρόνον (λέγων) καὶ πολυχρονιώτατον. 561. Ὅτι περὶ τὴν καλουμένην Ἱερὰν ἄκραν αἱ Κασσιτερίδες νῆσοι τυγχάνουσι (περὶ τὴν Εὐρώπην). Εἰσὶ δὲ αἱ νῆσοι αἱ Κασσιτερίδες καλούμεναι τὸν ἀριθμὸν, δέκα, ἃν αὐτὸς ἑσπερίδας φησίν. Ἐκεῖ γὰρ ἡ τοῦ κασσιτέρου ὤφθη γένεσις. Παρακείμεναι γὰρ τῇ Σπανία ἡ Ὀργενία .