Ancient Greek
Section 714
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 714
Not analysed yet
Ἀριανοὶ ἔθνος εἰσὶν οἱ παροικοῦντες τῇ Ἐρυθρᾷ, οὖς φασιν οἰκῆσαι πρὸς τὰ περὶ τὸν Καύκασον πεδία. Βέλτιον δὲ γράφεσθαι Ἀραβίησκνημῖδας· παρὰ γὰρ τῷ Ἀραβικῷ ὄντες τῆς Ἐρυθρᾶς οἰκοῦσιν. Ἐρυθραίων δὲ τῶν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης μετοικησάντων. Γίνεται δὲ παῤ αὐτοῖς σάπφειρος, ὡς φησιν ἐν τοῖς Λιθικοῖς· καὶ γὰρ κυανέην πλάκα σαπφείροιο ἐξεδάη περὶ κόλπον Ἐρυθραίων Ἀριηνῶν.