Ancient Greek
Section 827
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 827
Not analysed yet
Ὅτι δὲ ἐν Ἐφέσῳ Ἀρτέμιδι ἱερὸν ἐποίησαν αἱ Ἀμαζόνες, σὺν πολλοῖς ἄλλοις καὶ Καλλίμαχος (in Dian. 237) ἱστορεῖ. —Ἔφεσος δὲ ὠνόμασται ἀπό τινος Ἐφέσου ἐκεῖσε καπηλεύοντος καὶ φιλοξενοῦντος τοὺς παριόντας καὶ πάντα λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι· ἢ ἀπὸ Ἐφέσου Λυδῆς Ἀμαζόνος, ἢ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν ἢ ὅτι Θησεὺς συστρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππολύτης ζωστῆρα, ἐδίωξε τὰς Ἀμαζόνας ἄχρι Λυδίας κἀκεῖ καταφυγούσας ἐπί τινα βωμὸν Ἀρτέμιδος τυχεῖν τῆς ἐφέσεως.