Ancient Greek
Section 825
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 825
Not analysed yet
Μίλητος δὲ τῶν ἐπιφανῶν τις ἦν ἐν Κρήτῃ, ἀφʼ οὗ καὶ πόλις ἐκεῖ Μίλητος, ὃς Μίνωος ἐπιστρατεύσαντος ἀπάρας τῆς Κρήτης κατάγεται εἰς Λυδίαν τῆς Ἀσίασ, οὖ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασι, καὶ ἱεπὸν Ἀφροδίτης ἱδρύσατο. Γαμςῖ δὲ Δοίην τὴν Μαιάωδρου, ἀφ᾿ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιςῖ Κελάδωνα, δὲ ἄρξας Οἰκοῦντος τὸν πατέρα εἰς τὴν πλησίον νῆσον ἔθαψεν, οὗ καὶ αὐτὸς μετῳκίσθη κατὰ χρησμὸν, καὶ Μίλητον αὐτὴν ὠνόμασεν. Γέφυρα δὲ διορίζει τὰ νῦν Οἰκοῦντα καὶ Μίλητον.