Ancient Greek
Section 14
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 14
Not analysed yet
Εὐρώπην δʼ Ἀσίης: δείξας τῆς Λιβύης τοὺς ὅρους ἄνεισιν ἐπὶ τὰς ἄλλας ἀποδιαιρῶν τὴν Ἀσίαν ἀπὸ τῆς Κύρώπης. καὶ τούτου αἰτιόν φησι τὸν Τάναϊν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. εἴρηται δὲ καὶ Τάναϊς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόμια τοῦ Τανάϊδος διέχειν αὐτὸν σταδίους ζ´. BCV. τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμινην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν. τὸ δὲ νότιον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην τελευταῖον εἰς τὸν Νεῖλον. V. Τάναϊς] διὰ τὸ τεταμένως ῥεῖν. A il.