Ancient Greek
Section 17
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 17
Not analysed yet
τὸ μὲν γὰρ πρὸς βορέην ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμὸς ἢ ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον· ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. ὁ μὲν γὰρ Τάναϊς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεῖλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. B. νότιον δὲ μεσούριον: τὸ δὲ νοτιώτερον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Κὐρώπην τελευταῖον εἰς τὸν Νεῖλον. ἄλλως· τὸ μέσον ὅριον, οἱονεὶ τὸ διαχώρισμα. B. Vgl. Zeile 7 ff. μεσούριον] τῆς Εὐρώπης μέσον ὅριον Ἑλλήσποντος· τὸ Ἡρακλεωτικὸν στόμιον. A il.