Ancient Greek
Section 29
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 29
Not analysed yet
ἄλλως· ἤτοι ὁ μὲν Λοκροῖο: τρεῖς εἰσι Λοκρίδες· ἡ τῶν Ἐπικνημιδίων, ὅθεν ἦν Αἴας, ἡ τῶν Ὀζολῶν καὶ ἡ τῶν Ἐπιζεφυρίων μέρος οὖσα τῆς Ἰταλίας χώρας. νῦν οὖν ἐπιθετικῶς ἐπὶ τοῦ ἀνέμου ἔλαβεν αὐτὸ παρʼ ἐσχατιὴν τοῦ Ἰταλικοῦ· εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ οἱ Ἐπιζεφύριοι Λοκροί, μεταξὺ τοῦ ζεφύρου καὶ τοῦ ποταμοῦ Λογγιβάρδων. V. ἤτοι ὁ μὲν Λοκροῖο: ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. ὥσπερ οὖν τὸν Θρηΐκιον βορρᾶν, οὕτω καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον. B.