Ancient Greek
Section 43
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 43
Not analysed yet
ἄλλως· κόλπους δʼ ἔνθα: ἐκ τούτου δῆλον, ὡς ἀμφίδοξόν ἐστι τὸ σχῆμα· τὸ γὰρ ὧδε κἀκεῖσε πρὸς διαφόρους ἑαυτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου· καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας δ´. ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι τῇ γῇ καὶ περατοῦσθαι τῇ Παμφυλίᾳ· δεύτερον δὲ τὸν Ὑρκάνιον ἐκ τοῦ Κρονικοῦ κόλπου πληρούμενον. ἔστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα· τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξεναντίας τὴν φύσιν ὥριζε. καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. ἢ τάχα διὰ τῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον. BV. δύο δὲ νοτίους ἥττονας ἔχειν μὲν γένεσιν θαλάσσης Ἰνδικῆς, ὀνομάζεσθαι δὲ Περσικὸν καὶ Ἀραβικόν. V.