Ancient Greek
Section 47
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 47
Not analysed yet
ἄλλως· ὀλίγος μέν, φησι, συρόμενος, ὅμως δὲ κρείττων τῶν ἄλλων. λέγει δὲ κατὰ τὸ σφοδρὸν τῶν ἄλλων τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί· τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος [721]. BV. ἄλλως· ὡς πρὸς σύγκρισιν τῶν Γαδείρων μικρότερος εἴρηται, μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀραβικὸν κόλπον. ἔστι δὲ καὶ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενος. BV. ἴσως διʼ ἀδήλων πόρων ἡ Κασπία ἐπὶ τὰ βόρεια ὀφείλει τετάχθαι ἐπὶ Σκυθίᾳ, ὡς καὶ Ἀπολλώνιος [Arg. III 859] περὶ Μηδείας Κασπίῃ ἐνὶ κόχλῳ ἀμήσατο. Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι. BD.