Ancient Greek
Section 54
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 54
Not analysed yet
ἄλλος δʼ Ἀράβιος: ὁ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων· ἐν ᾗ πρὸς βορρᾶν εἰκὸς τὸ Ἐρυθραῖον νότιον καὶ τὸ Εὔξεινον νοτιώτερον. ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικός, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκσυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ. B. ἐγγύθι κόλπος: ἤτοι πρὸς δύσιν. μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. ἐνταῦθα τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, καὶ ἀνακρουόμενον κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός φησιν. ὅθεν Κλύσμα λέγεται. B.