Ancient Greek · ~4 min
ΔΙΑΤΝΩΣΙΣ ΕΝ ΕΠΙΤΟΜΗ ΤΗΣ ΕΝ ΤΗ ΣΦΑΙΡΑ ΓΕΡΓΡΑΦΙΑΣ.
Anonymous, Anonymi summaria ratio geographiae in sphaera intelligendae 5
Not analysed yet
5. Ἔστω τὸ φαινόμενον τῆς γῆς ἡμισφαίριον, ἐν ᾧ ἡ οἰκουμένη καταγράφεται, τὸ A B Γ Δ ἰσημερινὸς δὲ κύκλος ὁ B Ε Δ βόρειος δὲ παράλληλος, ὁ ἀφορίζων τὸ ἐγνωσμένον τῆς γῆς πλάτος, ὁ H Θ· νότιος δὲ παράλληλος, ὁ ἀφορίζων καὶ αὐτὸς τὸ ἐγνωσμένον αὐτῆς πλάτος, ὁ Κ A M. Ἔστιν οὖν ὁ τοῦ πλάτους σταδιασμὸς διὰ τοῦ μεσημβρινοῦ μυριάδων δ΄, τὸ ἀπὸ βορρᾶ ἐπὶ νότον δηλονότι, ὅσον ἐγνωσμένον τε καὶ οἰκούμενον· ὁ δέ τοῦ μήκους σταδιασμὸς, ἤτοι τὸ ἀπὸ δυσμῶν ἕως ἀνατολῶν ἐγνωσμένον, ὃ καὶ οἰκούμενον, θ μυριάδων σταδίων εἶναι λέγεται ἐπὶ τοῦ ἰσημερινοῦ, ὡρῶν δὲ ιβ΄· διάστημα γὰρ κατὰ τὸν ἡλιακὸν δρόμον, ὡς ἔμαθες, τουτέστι τὸ ἀπὸ τοῦ B ἐπὶ τὸ Δ. Τὸ μέντοι ἀπὸ τοῦ H ἰπὶ τὸ A ἐν τῷ βορείῳ τμήματι, καὶ ἀπὸ τοῦ A ἐπὶ τὸ Γ ἐν τῷ νοτίῳ ἄγνωστον πάντη καὶ ἀοίκητον· ἐγνωσμένον δὲ μόνον τὸ ἀπὸ τοῦ H ἰπὶ τὸ Λ, τμῆμα. Λέγεται δὲ πλάτος, ὡς εἴρηται, ἡ H Λ, ἡ δὲ B Δ μῆκος.