Ancient Greek · ~6 min
Section 32, lines 32.1-32.33
ANONYMUS LONDINENSIS Med., Iatrica 32.1-33
Not analysed yet
σης μ(ὲν) τῆς ψυχῆς κο]ῦφ[ό]ν (ἐστιν) τὸ ζῶιον, ὅτι καὶ
ἡ ψυχή, τὸ δὲ πνεῦμα κοῦφον τὴν φύσιν
τοπνευμα]. πνευματικὴ δὲ καὶ ἡ ψυχή· τοιαύ-
τη[ι] δὲ ὑ(πάρχουσα) [εὐλόγως] παροῦσ[α] μ(ὲν) [κο]ῦφον τὸ ζῶιον,
ἀποῦσα δὲ βαρύτερον· *ο[ὕτως] γ(ὰρ) ὑπὸ τῆς ψυχ(ῆς)
βαστάζεται τὸ ὅλον [σῶμ[α]]. γί(γεται) δὲ . . .] λεγειν τοῦτο
αποτ(ων)αλ(ων)] ἀπὸ τ(ῶν) ἄλλω[ν δυ(νάμεων), α]ὗτα[τ δὲ] ἀπὸ τ(ῶν) κεινήσεων.
*κεινεῖται γ(ὰρ) τὸ ὅλον σῶμα τῆς
ψυχῆς διὰ τοῦ γεώδους [καὶ ἀερώδο]υς
διαβασταζούσης αὐτά· οὕ[τως ἐκεῖνο τείνεται]
ἄνω· γινομένη[ς] γ(αρ) αὐτῆς τῆς ψυχῆς γί(νεται)·
διὸ δὴ καὶ ῥη[τ]έον, ὅτι <οὐχ> ὅταν τ[ινὸς γένη]ται
ἐκεῖνο γί(νεται) βαρύτερον, ἀλ(λὰ0 [ἐὰν] βαρέος
τινι γένηται π(ρόσ)θεσις, ἐκεῖ[νο γί(νεται) βαρύτερο]ν.
ἡ δὲ ψυχὴ τοσοῦτον [ἀπ]έχε[ι τοῦ (εἶναι)]
ὥστε καὶ τὸ φύσει κ(ατα)ρρέπον κ[ου]φίζειν καὶ
βαστάζειν. ταύτης οὖν πα[ρ]ούσης δεόντως
κοῦφόν (ἐστιν) τὸ ζῶιον. ὅταν μέντοι γε
ἀφανισθῇ ἡ ψυχή, τῶι μηκέτι παρεῖναι
τὸ κοφίζον μηδὲ αἰωροῦν λοιπὸν βαρέ[ι]α
φαίνεται εὐλόγως τὰ νεκρὰ τ[αὐτης] αἰ(τίᾳ).
καὶ ἐπὶ τ(ῶν) ἀσκῶν δὲ πεπληρωμέν(ων) [τοῦ κουφότης
καταλαμβάνεται τῶι τοῦτο κ[οῦφον] ὂν κουφίζειν
τὸν ἀσκόν. ὅταν δὲ μὴ [παρῇ] τὸ
βαρὺς γί(νεται) ὁ ἀσκὸς τῶι ἐστερῆσ[θαι] τοῦ κουφίζοντος
αἰ(τίου). *ἀ[λ(λὰ)] γὰρ δι[ὰ] ταὐτὸ γί(νεται) καὶ τὰ τ(ῶν)
θερμῶν ἄρτ(ων)· καὶ ψυχρότεροι μ(ὲν) <κουφότεροι>, <δὲ>
βαρύτεροί (εἰσιν)· καὸ βαρύτεροι μ(ὲν) οὗτοι τῶ]ι
πολλὴν ἀποφορὰν γεγενῆ[σθαι] ἀπ᾿ αὐτ(ῶν),
οἱ δὲ ψυχροὶ κοῦφοί (εἰσιν) τῶι ὅλης [τῆς
ἱκανὴν ἀποφορὰν γεγενῆσθαι. *ἔτι [δὲ]
ἀπὸ τούτ(ων) διδάσκουσιν, ὡς γί(νονται) [ὄν]τως
κ(ατὰ) τὸ λόγωι θεωρητὸν κ[αὶ] α[. . .] αἰ(τίων) ὑ(παρχόντων)·