Ancient Greek · ~4 min
Section 32, lines 32.34-32.55
ANONYMUS LONDINENSIS Med., Iatrica 32.34-55
Not analysed yet
τὰ γὰρ ὑγρὰ τὰ ἐν ἀγγείοις τισὶν [ὑπομε]ίναντα
ποσοὺς χρόνους ἐλάττω[i] καταισθάνεται.
καὶ ἀπὸ τ(ῶν) χυλῶν τἀτὸ γί(νεται)· ἐνίοτε γ(ὰρ) ὑπὸ ἡλίου
ἢ ἄλλων τιν(ῶν) συνξηρανθέντες ἐπί τινος
φαίνονται. τίνος γι(νομένου); τῶι δηλον<ό>τι λε[πτὴν
φορὰν γεγενῆσθαι ἀπ αὐτ(ῶν) τοῦ λεπτομ[ερεστέ]ρου,
ὑπομονὴν δὲ τοῦ γεωδεστέρου, [ἅ] δὴ [αὐ]τὰ
καὶ ἐπὶ τ(τῶν) ἀναπλασσομέν(ων) κολλυρίων. *καὶ
ἐπὶ τὰ φυτὰ δὲ μεταβαίνουσιν καὶ λέγουσιν
τὰ μ(ὲν) παραυτὰ ἀποτμηθέντα βαρύτερα (εἶναι),
τὰ δὲ ποσοὺς ὑπομείναντα χρόνους κο]υρότερ(α)
ὡς ἐπὶ τῆ[ς] θριδακείνης, ἐπὶ τ(ῶν) ἀνθέων·
ταῦ[τ]α γ(ὰρ) πάντα διὰ τὴν ἀποφορὰν ῥυ[σόκ]αρ(φα)
κατασκευάζεται. ἐγ δὴ τούτ(ων) καὶ τ(ῶν) τού[τοι]ς
παραπλησίων πιστοῦσιν, ὡς ἀποφορὰ γί(νεται) ἀπὸ τοῦ
σώματος. **πρὸς τοῦτον τὸν λό(γον) λέγουσιν·
εἰ ἡ ἀποφορὰ αἰ(τία) (ἐστὶν) τῆς ῥυσότητος, ἐχρῆν
μόνον κ(ατὰ) τὴν ἀπότμηξιν ῥυσοῦσθαι
τὰ προυκείμενα, ἀλ(λά) τι καὶ ἐπὶ τ(ῶν) δενδρ(ῶν)·
καὶ γ(ὰρ) καὶ ἀπὸ τοῦ δένδρους ἀπουσία γί(νεται)·
[οὐ] γί(νεται) δὲ τοῦτο· οὐκ ἄρα ἡ ἀποφορὰ αἰ(τία)
τῆς ῥυσότητος. **συλλέγουσι δὲ οὗτοι