Ancient Greek
Section 33, lines 33.1-33.38
ANONYMUS LONDINENSIS Med., Iatrica 33.1-38
Not analysed yet
τὸ ἀνὰ λόγον· γίν(εται) μ(ὲν) γ(ὰρ) καὶ ἐπὶ τῶν δενδρῶν ἀποφορὰ
τ(ῶν) ἀνθέων ου] π[λ]είων, αλλαδενδρων] ἐ[πὶ]
δὲ τ(ῶν) ἀφειρημέν(ων) [οὐ] πλείων. *καὶ ἐπὶ μ(ὲν) επι] τῶι
δένδρει καὶ ἡ κείνησις αὐτὴ ἀναλοῖ πλείω καὶ
ἔτι ἡ θερμασί[α] ἀναλοῖ ἱκανά, *ἐπὶ δὲ τῶν ἀποτετμημέν(ων)
καὶ μὴ ὑπὸ φύσεως διοικουμέν(ων) ἐλάσσω
τῶι μήτε κείνησιν μήτε θερμότητά τι<να> (εἶναι)
τίς οὖν ἡ αἰ(τία), παρ᾿ ἣν τὰ μ(ὲν) ἀποτμηθέντα ξηραίνεται,
τὰ δὲ ἐπὶ τῶι δένδρει οὐ ξηραίνεται; *σαφὴς
δὲ αὕτη καὶ φαινομένη· τὰ μ(ὲν) γ(ὰρ)] ἐπὶ [τῶι]
δρει οὐ ξηραίνεται τῶι π(ρὸς) λόγον τῆς ἀποφορᾶς
γί(νεσθαι) καὶ τὴν πρόσθεσιν. **τὰ δὲ ἀποτμηθέντα ξηραίνεται
τῶι μηκέτι γί(νεσθαι) ὡς αὐτὰ π(ρόσ)θεσιν, ἐξ ὧρ σαφ]ὲς
ὡς καὶ ἀπὸ τ(ῶν) φυτ(ῶν) γί(νεται) ἀποφορά. *καὶ ἐπὶ τ[ὰ]
ἄλογα δὲ τ(ῶν) ζώιων καταβαίνουσι]. λαμβάνουσιν γ(ὰρ)τοὺς [θηρευ-]
τὰς κύνας, ὡς οὖτοι τῆι ἡινηλασίᾳ συν[θ]η-
ρεύουσι τὰ θηρία τρόπωι τούτωι· παραγίνονται
ἐπὶ τὰς ἀτραπούς, δι᾿ ὧν κεχώρη[κεν]
τὰ θηρία, καὶ τ(ῶν) ἀτραπῶν ὀδμωμέν[(ων)]
χωροῦσιν ἐπὶ τὴν θήραν. τίνος αἰ(τίας) γι(νομένης); δῆλον
ὅτι τῆς ἀπὸ τ(ῶν) θηρίων ἀποφορᾶς προσκαθιζούσης
π(ρὸς) τὰς ἀτραπούς. ταύτηι δὴ
καὶ ἐν τοῖς καταξήροις τόποις θῆραι οὐ γί(νονται),
ἐν μέντοι γε τοῖς χαυνοτέροις. καὶ ἡ αἰ(τία) π[ρό-]
κειται, ἐπειδήπερ τὰ ἀπὸ τ(ῶν) θηρίων σώματα
ἀποσκιδνάμενα π(ροσ)πείπτοντα μὲν γῇ ἀποκρότωι
καὶ [μη] καταξήρωι [τη]
χαυνοτέρᾳ δὲ π(ροσ)πεσόντα καὶ παραδεχομένῃ
φυλάσσεται καὶ διαμένει. ταύτῃ δὴ καὶ οἱ θηρ[ευ-]
ταὶ κύνες χωροῦντες καὶ ὀσφρώμενοι τῆς
ἀποφορᾶς τῆς ἀπὸ τ(ῶν) θηρίων τῶι περισώζεσθ(αι)
αὐτήν, εἶτα χωρήσαντες καταλαμβάνουσι
τὸ θηρίον καὶ αἱροῦσι. *ταύτηι δὴ καὶ ἐπὶ τ(ῶν)
ὑετ(ῶν) οὐ γί(νονται) ῥινηλασίαι κατὰ λόγον· ἐξαφανίζων γ(ὰρ) [ὁ ὄμ[βρος]]
τὰ ἀπὸ τ(ῶν) θηρίων σκιδνάμενα σώματα κωλυτήριος
γί(νεται) τῆς θήρας. καὶ τούτωι μ(ὲν) τῶι
τρόπωι γί(νονται) αἱ θῆραι. **μάλιστα δὲ γί(νονται) καὶ ἐὰν σκύλ[ακες]
[κες] ἕπωνται τοῖς θηρίοις καὶ ἐὰν νέα ᾖ·