Ancient Greek
Section 5
ANONYMUS LONDINENSIS Med., Iatrica 5
Not analysed yet
τῶι Εὐρυφῶντι, κ(ατὰ) δέ τι διαφέρει· καθ’ ὃ μ(ὲv) γ(ὰρ)
καὶ αὐτὸς τὰ περισσώματα αἴτια λέγει
τῆς νόσου (εἶναι), συμφέρεται· καθ’ ὃ δέ
μὴ διὰ <τὸ> τὴv κοιλίαν καθαρὰν εἶναι ἢ
διαλλάσσει χρώμενος αἰ(τίᾳ) τοιαύτῃ·
ὅταν γ(ὰρ) ἀκεινη<τή>σαντες οἱ
προσενέγκωνται τροφήν, συμβαίνει
ταύτην μὴ διοικεῖσθαι, ἀλ(λὰ) λιτὴν καὶ
ἀκατέργαστον παρακειμένην εἰς περισσώματα
ἀναλύεσθαι. *ἐγ μ(έν)τοι γε
τῶν περισσωμάτ(ων) ἀποτελεῖσθαι δισσὰς
ὑγρότητας, μίαv μ(ὲν) ὀξεῖαν, τὴν δὲ
ἑτέραν πικράν, καὶ παρὰ τὴν ἑκατέρας
ἐπικράτειαν διάφορα γ(ίνεσθαι) τὰ πάθη. λέγει
δὲ ὡς παρ<ὰ> τὴν τούτ(ων) ἐπίτασιν ἢ
διάφορα ἀπογενν[ᾶ]σθαι τὰ πάθη, οἷόν
τι λέγω, ἐὰν ἀνειμένη μᾶλλον ᾖ [ἠ]
καὶ μὴ ἄκρατος, ἀναλόγως δὲ καὶ ἡ πικρὰ
μὴ ἄγαν ᾖ πικρά, ἀλ(λὰ) ως ἔχῃ,
ἢ ἐπιτεταμέναι ὦσιν, διάφορα θ(αι)
καὶ τὰ πάθη κατὰ τὰς τ(ῶν) ὑγροτήτ(ων) ις.
καὶ παρὰ τοὺς τόπους δὲ διάφορα
ἔσται τὰ πάθη· ἐὰν μ(ὲν) λόγου εἵνεκα
ἐπὶ κεφαλὴν οἰσθῇ ἡ πικρὰ ὑγρότης,
τἀτὸ γενήσεται πάθος, *ἐὰν δὲ
νῦν μ(ὲν) ἡ πικρᾶ [της] εἰς τὴv
ἐνεχθῇ, νῦν δὲ ἡ ὀξεῖα, γεν[ή]σεται
διαλλάσσοντα τὰ πάθη. *ἀλ(λὰ) γ(ὰρ) καὶ πάρ’ αὐτοὺς
[τοὺς] τόπους γενήσεται
τὰ πάθη, ὅταv διάφοροι ὦσιν, ἐφ’ οὓς ἡ ἐπιφορά·
πρὰ γ(ὰρ) τὸ ἐπὶ κεφαλὴν ἢ ἐπὶ ἧπαρ
ἢ σπλῆνα φέρεσθαι τὰς ὑγρότητας
διαφέροντα ἀποτελεσθήσεται τὰ πάθη.
καὶ ἐν τούτοις ἡ τοῦ ‘Ηροδίκου δόξα.
‘Ιπποκράτης δέ φ(ησιν) αἰ(τίας) (εἶναι) τῆς νόσου
φύσας, καθὼς διείληφεν περὶ αὐτοῦ
’Αριστοτέλης. *ὁ γὰρ ‘Ιπποκράτης λέγει
τὰς νόσους ἀποτελεῖσθαι κ(ατὰ) λ(όγον)
τοιουῦτον· ἢ παρὰ τὸ πλῆθος τῶν
προσφερομέν(ων) ἢ παρὰ τὴν ποικιλίαν
ἢ παρὰ τὸ ἰσχυρὰ καὶ δυσκατέργαστα (εἶναι)
τὰ προσφερόμενα συμβαίνει περισσώματα
ἀπογεννᾶσθα[ι, καὶ ὅ]ταν
μὲν πλείονα ᾖ τὰ [προσενεχθ]έντα,
κατακρατ[ο]υμέν[η ἡ ἐνεργο]ῦ[σ]α