Ancient Greek · ~1 min
Col -7
Anonymus, P.Herc. Paris. 4 7
Not analysed yet
,καθά περ καὶ βρώμαθ’ ὑπεροχὴν ὄντως ἔχει παρὰ τὰ δαψιλῆ· θεωρηθήσεται δὲ τὰ τοιαῦθ’ οὕτωι πολλάκις, πότερον, ὅταν παρῇ τὸ δαψιλέστερον, ἡ φύσις ἥδιον ἀπαλλάττει τούτου, καὶ πάλιν εἰ τοῦτο πολλάκις προσαγόμενον ἀποδίδωσίν τιν’ ἡδονήν. οὐ μὴν θάτερον, ὥσπερ ἐπὶ τῶν χυλῶν πολλάκις ὁ κρίθινος ἄρτος οὐθὲν ἐλάττωι τέρψιν καθ’ ἑαυτὸν