Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_ANTENOR
ANTENOR, Fragmentum 1
Not analysed yet
Ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς ἐπιφοιτῆσαι μελιττῶν σφῆνος, αἴπερ οὖν καλοῦνται χαλκοειδεῖς, ἐγχριπτούσας δὲ ἄρα αὐτὰς κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν οὕσπερ οὖν, Ἐκείνους δὲ τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος, καὶ μέντοι καὶ εἰς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥᾶκον ἐν αὐτῇ τῇ Κρήτῃ, εἰ καὶ τοῦ χωρίου ὁ δαίμων ἤλαυνεν (ἀπήλαυνεν Reisk.) αὐτοὺς, ἀλλὰ γοῦν τελείως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντας. Λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μὲν, εἶναι δ ̓ οὖν καὶ πικρὰς ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.