Ancient Greek · ~2 min
Book 1
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.12
Not analysed yet
εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη·
πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα
τεύξατο καὶ μʼ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων
Θευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης
Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ· ̓·
εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,
τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων
δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος
μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,
κόσμον ἀεξήσασα παλαίτερον. ὧδʼ ἐμὸν ἔργον.