Ancient Greek · ~3 min
Book 1, lines 1.13-1.18
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.13-18
Not analysed yet
κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον ἀλλʼ ἐπὶ μορφῇ
τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην.
οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν
ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω.
ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον εὖτʼ ἐμὸν ἔργον,
καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν,
ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος
τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.
αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν
εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον
οὔποτε γὰρ τοῖόν τε τόσον τʼ εὐδαίδαλον ἔργον
ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης.
οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης
εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ
κῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργων
ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν.
τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης
ἄνθετο δʼ ἀχράντῳ μάρτυρί με Τροφίμῳ.