Ancient Greek · ~7 min
Book 1, lines 1.33-1.49
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.33-49
Not analysed yet
ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον ἀλλὰ καὶ εἰκὼν
ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων.
ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,
ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσατο·
ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων
θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ·
οὐκέτι δʼ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλʼ ἐν ἑαυτῷ
τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·
ὄμματα δʼ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνη
χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.
Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῷ,
Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης,
τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,
ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα,
αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης
ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.
ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ
ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε·
ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου
καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων
τῆς δʼ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ
χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.
σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλʼ ἐπὶ μήτρην
παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων.
οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων
οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος.
εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις,
οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονε.
οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων,
οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.
οὐκέτι δῶρʼ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε·
ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς.
Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς
ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων.
τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις;
Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.
χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη·
υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις.
ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶδε προφήτης
σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.
πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα,
ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει.
πατρὸς ἀπʼ ἀθανάτοιο μεγασθενὲς ἤλυθε πνεῦμα,
υἱὸς ἐπεὶ βαπτίζετʼ Ἰορδάνου ἀμφὶ ῥέεθρα.
Ἀδὰμ ἦν ζο
Χριστὸς ἔφη, πρόμολʼ ὧδε· καὶ ἔλλιπε Λάζαρος ᾅδην,
αὐαλέῳ μυκτῆρι πάλιν σόον ἆσθμα κομίζων.