Ancient Greek · ~8 min
Book 1, lines 1.50-1.73
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.50-73
Not analysed yet
ψυχὴν αὐτὸς ἔτευξε, δέμας μόρφωσεν ὁ αὐτός·
Λάζαρον ἐκ νεκύων ἐς φάος αὐτὸς ἄγει.
τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου,
χαῖρε, Σιὼν θύγατερ, καὶ δέρκεο Χριστὸν ἄνακτα
πώλῳ ἐφεζόμενον, καὶ ἐς πάθος αἶψα κιόντα.
ἀμνὸν ἔπαυσε νόμου καὶ ἄμβροτον ὤπασε θῦμα
Χριστός, ἐὼν ἱερεύς, αὐτὸς ἐὼν θυσίη.
πάθος, ὦ σταυρός, παθέων ἐλατήριον αἷμα,
πλῦνον ἐμῆς ψυχῆς πᾶσαν ἀτασθαλίην
παρθένου υἱὸν ἔφη τὸν παρθένον, ἄλλον ἑαυτόν.
ἵλαθι τῆς καθαρῆς δέσποτα παρθενίης.
Χριστὸς ἐὼν Θεὸς εἷλε νέκυς ἐξ ᾅδου πάντας·
μοῦνον δὲ βροτολοιγὸν ἀκήριον ἔλλιπεν ᾍδην.
ψυχῆς ἐν φλιῇσιν ἐμῆς σωτήριον αἷμα
ἀμνοῦ ὀλοθρεύων, φεῦγε, μὴ ἐγγὺς ἴθι.
εἷς πόκος ὄμβρον ἔχει λεκάνῃ δρόσον ὤπασεν αὐτός,
ἄβροχος αὐτὸς ὅδε· κρύπτε νόῳ κρύφια.
Αἰγυπτίη, κρύφιόν τε βρέφος, καὶ ἐγγύθεν ὕδωρ·
ἃ προτυποῖ μούνοις εὐσεβέεσσι Λόγον.
τὸν Ἀμαλήκ
Σταυροφανῶς τανύεις παλάμας τίνος εἵνεκα, Μωσῆ;
ῥύεο σὴν ἐθνικὴν νύμφην παρὰ ὕδασι, Μωσῆ,
νυμφίου ἀψευδοῦς οὕνεκέν ἐσσι τύπος.
λάρνακι χρυσείῃ ῥόος εἴκαθεν. ἵλαθι, Χριστέ
σὸς τύπος ἡ λάρναξ, τῇδε λοεσσομένου.
ἐξ ἐθνῶν καὶ Ἄγαρ· τί δὲ ἄγγελος; ἢ τί τὸ ὕδωρ;
ἐξ ἐθνῶν καὶ ἐγώ· τοὔνεκεν οἶδα τάδε.
ἑπτάκι τοὺς δέκα φοίνικας, δυοκαίδεκα πηγὰς
Χριστοῦ τοσσατίων ἴσθι τύπους ἑτάρων.
Ἀβραὰμ υἱὸν ἄγει θυσίην Θεῷ· ἵλαθι, ποίην
νοῦς ὁράᾳ θυσίην, ἧς τόδε γράμμα τύπος;
Μελχισεδὲκ βασιλεῦ, ἱερεῦ, ἄρτους τε καὶ οἶνον
ὡς τίς ἐὼν παρέχεις; ὡς τύπος ἀτρεκίης.
μορφὴν ἐνθάδε μοῦνον ἔχει Θεός· ὕστερον αὖτε
ἐς φύσιν ἀτρεκέως ἤλυθεν ἀνδρομέην.
πνοιὴν μὲν διὰ πνεῦμα, δέρας δὲ λάχον διὰ γράμμα
εὐφραίνει πατέρα νοῦς Θεὸν εἰσορόων.
Νυμφίε μουνογενές, νύμφη ἐθνική σε φιλοῦσα
κάτθορεν ἐξ ὕψους σώματος οὐ καθαροῦ.
τηλόθεν οὐχ ὑδάτων μνηστεύετο πότνα Ῥεβέκκα,
νύμφης ἐξ ἐθνῶν οὕνεκέν ἐστι τύπος.
εὐχὴ Ἐλισσαίου, Σωμανίτι, δὶς πόρεν υἱόν,
πρῶτα μὲν ἐκ γαστρός, δεύτερα δʼ ἐκ νεκύων.
τοῦτο δέρας προλέγει ἀμνὸν Θεοῦ εἵνεκα πάντων
ἀνθρώπων ζωῆς τῇδε λοεσσόμενον.
ἐν νῷ ἔχων πέφρικα πατὴρ τίνος ἔκλυε Δαβὶδ
οὗτος, ὃν εἰσοράᾳς ἐνθάδε χριόμενον.