Ancient Greek · ~7 min
Book 2, lines 2.1.1-2.1.46
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.1-46
Not analysed yet
Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ
ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,
τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ
περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.
ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δʼ ἐπὶ κόσμῳ
δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων
δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,
οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.
λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ
φάσγανον ὑψόσ’ ἄειρεν ἔμελλε δὲ μαινομένη χείρ
ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·
ἀλλʼ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.
Κεκροπίδης δʼ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,
Αἰσχίνης· λασίης δὲ συνείρυε κύκλα παρειῆς,
οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν
στείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δʼ ἐκείνου
ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ
χεῖρε περιπλέγδην συνεέργαθεν, οὐδʼ ἐνὶ χαλκῷ
ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλʼ ἔτι βουλὴν
σκεπτομένῳ μὲν ἔικτο· συνιστάμεναι δὲ παρειαὶ
ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν,
καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.
καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,
ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις
πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.
ἀλλʼ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν
ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,
οἷα κατʼ εὐόπλων τεθοωμένος Ἠμαθιήων.
ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,
ἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνη
χαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς.
ἵστατο δʼ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,
λάθρῃ ὑπὸ κραδίην τραλικαῖς ὡμίλεε Μούσαις,
ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι
οἷὰ τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.
δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις
στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.
Ἡσίοδος δʼ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις
φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,
ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δʼ αὐτοῦ
μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ
κοσμηθεὶς Πολύειδος· ἀπὸ στομάτων δὲ τινάξαι
ἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνη
δεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆς
εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλʼ ἔτι χορδῆς
ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.