Ancient Greek · ~7 min
Book 2, lines 2.1.47-2.1.91
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.47-91
Not analysed yet
ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ
συγκεράσαι μέλος ἡδύ· σὲ δʼ ἂν καὶ χαλκὸς ἀναυδὴς
αἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.
ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός· ἐν δὲ μενοινῇ
δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.
Θεστορίδης δʼ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας,
οἷά τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν,
ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷ
δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.
Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,
Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν
τεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη·
γυμνὸν γάρ μιν ἔτευξεν ὁ δʼ ὑψόσε φαίνετο λεύσσων,
οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.
ἧστο δʼ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰσοπίσω μὲν
βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης·
γυμνὸν δʼ εἶχε μέτωπον ἀναστέλλουσα δʼ ὀπωπὰς
εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.
ἐγγύθι δʼ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης
γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,
καὶ διερὸν δελφῖνα προΐσχετο, χειρὶ κομίζων
δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.
Πιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο Σαπφὼ
Λεσβιάς, ἠρεμέουσα· μέλος δʼ εὔϋμνον ὑφαίνειν
σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.
Φοῖβος δʼ εἱστήκει τριποδηλάλος· ἦν δʼ ἄρα χαίτης
εἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλʼ ἐνὶ χαλκῷ
γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων
γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης,
ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ
Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.
ἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷ
ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ
φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,
χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.
Κλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσας
ἀγλαΐῃ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν,
τοῖος ἐὼν, οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,
ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων.
Χρύσης δʼ αὖθʼ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν
σκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ
στέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,
οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,
Ἀτρείδην ἱκέτευε· βαθὺς δὲ οἱ ἤνθεε πώγων,
καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.