Ancient Greek · ~9 min
Book 4
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 4.1
Not analysed yet
Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν;
ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;
ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ
μναμόσυνον ταύταν ἐξεπόνησε χάριν,
πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς
λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα·
νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων,
καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·
σὺν δʼ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν
Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως·
τῇ δʼ ἅμα καὶ σάμψυχον ἀφʼ ἡδυπνόοιο Ῥιανοῦ,
καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,
Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,
καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον
ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,
Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος·
βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,
σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,
Τύμνεὼ τʼ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον
Νικίου, Εὐφήμου τʼ ἀμμότροφον πάραλον
ἐν δʼ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον
Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,
λυχνίδα τʼ Εὐφορίωνος, ἰδʼ ἐν Μούσαις κυκλάμινον,
ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.
τῇσι δʼ ἅμʼ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,
Πέρσου τʼ εὐώδη σχοῖνον ἀμησάμενος,
σὺν δʼ ἅμα καὶ γλυκὺ μῆλον ἀπʼ ἀκρεμόνων Διοτίμου,
καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,
σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου
τέρμινθον, βλωθρὴν τʼ ἀχράδα Σιμμίεω·
ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου
βαιὰ διακνίζων ἄνθεα Παρθενίδος,
λείψανὰ τʼ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,
ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας·
ἐν δʼ ἄρʼ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα,
νέκταρος, εἰς δʼ ἐλέγους ἄσπορον ἀνθέμιον
ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης
Ἀρχιλόχου, μικρὰς στράγγας ἀπʼ ὠκεανοῦ·
τοῖς δʼ ἅμʼ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης,
ἠδὲ Πολυκλείτου πορφυρέην κύανον.
ἐν δʼ ἄρʼ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν,
φοίνισσάν τε νέην κύπρον ἀπʼ Ἀντιπάτρου·
καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον,
ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον
ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγριʼ ἀρούρης,
Σικελίδεὼ τʼ ἀνέμοις ἄνθεα φυόμενα.
ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος
κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον
ἄστρων τʼ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως
φοίνικος κείρας πρωτογόνους ἕλικας,
λωτὸν τʼ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας
Φαιδίμου, Ἀνταγόρου τʼ εὔστροφον ὄμμα βοός,
τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ
ἕρπυλλον, κυάμων τʼ ἄνθεα Φανίεω,
ἄλλων τʼ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δʼ ἅμα Μούσης
καὶ σφετέρης ἔτι που πρώιμα λευκόια.
ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις
κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.