Ancient Greek · ~6 min
Book 3, lines 3.10-3.19
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 3.10-19
Not analysed yet
φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου
ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν·
ἃ· τὸν ἀπʼ Εὐρυδίκας ἔτλη χόλον, ἦμος †ἀφοῦθαρ
ὕδρος ὁ γαγενέτας ὤλεσεν Ἀρχέμορον.
στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος Εὔνοε †κούραν
γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην,
ἔτλης καὶ σὺ λέχη Δανάης, Πολύδεκτα, μιαίνειν,
δυσφήμοις εὐναῖς τὸν Δίʼ ἀμειψάμενος·
ἀνθʼ ὧν ὄμματʼ ἔλυσε τὰ ; Γοργόνος ἐνθάδε Περσεύς,
γυῖα λιθουργήσας, ματρὶ χαριζόμενος.
Φόρβαν καὶ Πολύμηλον ὅδʼ Ἰξίων βάλε γαίῃ; ,
ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος.
Ἀλκίδας ὁ θρασὺς Ῥαδαμάνθυϊ ματέρα τάνδε,
Ἀλκμήναν, ὅσιον πρὸς λέχος ἐξέδοτο.
μάργε καὶ ἀφροσύνῃ μεμεθυσμένε, τίπτε βιαίως
εἰς εὐνὰς ἐτράπης τᾶς Διὸς εὐνέτιδος;
ὅς σε δὴ αἵματι φύρσε κατάξια, θηρσὶ δὲ βορρὰν
καὶ πτανοῖς ἐπὶ γᾷ εἴασε νῦν ὁσίως.
οὐκέτι Προιτιάδου φόνον ἔσχεθε Βελλεροφόντης,
οὐδʼ ἐκ τοῦ πατρὸς †τειρομένου θάνατον.
γλαῦκʼ ἄκραντα †γένους δόλον Ἰοβάτου δʼ ὑπαλύξει,
οὕτως γὰρ Μοιρῶν ἐπέκλωσε λίνα.
καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών,
καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο.
Αἴολε καὶ Βοιωτέ, σοφὸν φιλομήτορα μόχθον
πρήξατε, μητέρʼ ἑὴν ῥυόμενοι θανάτου·
τοὔνεκα γὰρ καὶ κάρτα πεφήνατε ἄλκιμοι ἄνδρες,
ὃς μὲν ἀπʼ Αἰολίης, ὃς δʼ ἀπὸ Βοιωτίης
πυρὸς καὶ γαίης
οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται,
Κυδίππης παίδων εὐσεβίης θʼ ὁσίης.
ἡδυχαρὴς γὰρʼ ἔην κόπος ἀνδράσι χʼ ὥριος οὗτος,
μητρὸς ἐπʼ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον.
χαίροιτʼ εἰν ἐνέροισιν ἐπʼ εὐσεβίῃ κλυτοὶ ἄνδρες,
καὶ τὸν ἀπʼ αἰώνων μῦθον ἔχοιτε μόνοι.
τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτεις,
Ῥῆμόν τε ξυνῶν καὶ Ῥωμύλον λεχέων,
θὴρ δὲ λύκαινʼ ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός,
οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων.