Ancient Greek · ~7 min
Book 4, lines 4.3.1-4.3.48
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 4.3.1-48
Not analysed yet
οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους
ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,
ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·
καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι·
λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων
πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,
περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.
τί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα
οὕτως ἐάσω συντετῆχθαι κείμενα;
ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ,
παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;
καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;
τίς δʼ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,
εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;
ἀλλʼ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων
ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως·
ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ
τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.
καὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένον
ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.
ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου
ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,
πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου,
καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.
καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι
ἐξ ὧν τρυφῶσι· καὶ παραλαβὼν γνησίως
ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.
τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,
ἴσως ἐρεῖ πρὸς ἄλλον “ἀρτίως ἐμοῦ
μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,
οὗτος παρέθηκεν τὴν ὑπʼ ἐμοῦ μεμαγμένην.”
ταυτὶ μὲν οὖν ἐρεῖ τις †οὐδὲ τῶν σοφωτάτων,
τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος
εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.
θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος
καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς
ξένος τις εἶναι τῶν ὑπʼ ἐμοῦ συνηγμένων.
ἀλλʼ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος,
ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι
τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,
ἴστω γε ταῦτα κατʼ ἀγορὰν ζητητέα.
κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,
ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι·
ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.
καί μοι μεγίστων πραγμάτων ὑμνουμένων
εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.
μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ·