Ancient Greek · ~7 min
Book 4, lines 4.3.49-4.3.97
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 4.3.49-97
Not analysed yet
μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην
ὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,
καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,
Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
ἑσπερίη θεράπαινα, σὺ δʼ ἐς κρηπῖδα Γαδείρων,
καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην,
ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,
θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην
Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,
ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ
σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,
σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην
Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,
καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,
μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.
μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,
ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,
εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης
οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην
ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλʼ ἐνὶ πόντῳ
Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα
Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.
ἀλλʼ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,
Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ
ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,
Ἰνδῴης ἐπίβηθι κατʼ ὀργάδος, ἐν δὲ κελεύθοις
εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην·
ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων
κύρβιας Ἀλκείδαο μετέρχεο· θαρσαλέως δὲ
ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,
ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
δίζυγος ἠπείροιο συναντήσασα κεραίη
ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.
ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων
ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις
ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,
καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ
ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,
ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον
κοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.