Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.177
Not analysed yet
κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτι
ὀρθρινὸς ἐκ κοίτας ᾤχετʼ ἀποπτάμενος.
ἔστι δʼ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής,
σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος.
πατρὸς δʼ οὐκέτʼ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ,
οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος·
πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλʼ ἐσορᾶτε
μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.
καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας,
τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.