Ancient Greek · ~6 min
Book 5, lines 5.171-5.176
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.171-176
Not analysed yet
τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δʼ ὅτι τᾶς φιλέρωτος
Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος.
ὄλβιον εἴθʼ ὑπʼ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα
ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.
ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης
ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης,
ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
ἤδη γὰρ καὶ πρόσθεν ἐπʼ Ἀλκμήνῃ Διὸς ἦλθες
ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.
ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ,
ἄλλος ἐπεὶ Δημοῦς θάλπεθʼ ὑπὸ χλανίδι;
ἀλλʼ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης,
ὡς βάλλων ἐπʼ ἐμοὶ φῶς ἐπιχαιρέκακον.
εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος. εἴθʼ ἐπὶ σοὶ νῦν
ἄπτερος εἰσῄειν Ὕπνος ἐπὶ βλεφάροις,
ὡς ἐπὶ σοὶ μηδʼ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων,
φοιτήσαι, κάτεχον δʼ αὐτὸς ἐγώ σε μόνος.
οἶδʼ ὅτι μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον
μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος,
μηνύει δʼ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα,
καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος·
ἔσκυλται δʼ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος,
πάντα δʼ ὑπʼ ἀκρήτου γυῖα σαλευτὰ φαρεῖς.
ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος
πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.
δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω,
καὶ πάλιν, οἰμώζων πολλάκι, δεινὸς Ἔρως ;
ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶς
ἥδεται· ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται.
θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα
κύματσς, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.