Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.181
Not analysed yet
τῶν †καρίων ἡμῖν λάβε †κώλακας ʽἀλλὰ πόθʼ ἤξεἰ,
καὶ πέντε στεφάνους τῶν ῥοδίνων. τί τὸ Πάξ;
οὐ φὴς κέρματʼ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις
τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντʼ ἔχομεν.
οὐκ ἀδικεῖς; οὐδέν; φέρε τὸν λόγον ἐλθὲ λαβοῦσα,
Φρύνη, τὰς ψήφους. ὦ μεγάλου κινάδους.
πέντʼ οἶνος δραχμῶν ἀλλᾶς δύο
ὦτα λέγεις σκόμβροι σησαμίδες, σχάδονες.
αὔριον αὐτὰ καλῶς λογιούμεθα· νῦν δὲ πρὸς Αἴσχραν
τὴν μυρόπωλιν ἰὼν, πέντε λάβʼ ἀργυρέας.
εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντʼ ἐφίλησεν
ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.