Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.182
Not analysed yet
ἄγγειλον τάδε, Δορκάς· ἰδοὺ πάλι δεύτερον αὐτῇ
καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα. τρέχε·
μηκέτι μέλλε, πέτου —βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες. .
Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν;
πρόσθες δʼ οἷς εἴρηκα πάλαι —μᾶλλον δὲ ʽτί ληρῶ; ʼ
μηδὲν ὅλως εἴπῃς —ἀλλʼ ὅτι —πάντα λέγε·
μὴ φείδου τὰ ἅπαντα λέγειν. καίτοι τί σε Δορκάς,
ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;