Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.184
Not analysed yet
ἔγνων, οὒ μʼ ἔλαθες· τί θεούς; οὐ γάρ με λέληθας·
ἔγνων μηκέτι νῦν ὄμνυε· πάντʼ ἔμαθον.
ταῦτʼ ἦν, ταῦτʼ, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς;
ὦ τόλμης καὶ νῦν, νῦν ἔτι φησί, μόνη.
οὐχ ὁ περίβλεπτός σε Κλέων; κἂν μὴ τί δʼ ἀπειλῶ;
ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος.
καίτοι σοι δώσω τερπνὴν χάριν οἶδʼ ὅτι βούλει
κεῖνον ὁρᾶν αὐτοῦ δέσμιος ὧδε μένε.