Ancient Greek · ~7 min
Book 5, lines 5.185-5.193
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.185-193
Not analysed yet
εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρʼ Ἀμύντου
γλαυκίσκους αἴτει, καὶ δέκα φυκίδια·
καὶ κυφὰς καρῖδας ʽἀριθμήσει δέ σοι αὐτόσ̓
εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.
καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε .
καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.
μή με δόκει πιθανοῖς ἀπατᾷν δάκρυσσι, Φιλαινί.
οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,
τοῦτον ὅσον παρʼ ἐμοὶ κέκλισαι χρόνον εἰ δʼ ἕτερός σε
εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.
εἰπὲ Λυκαινίδι, Δορκάς· “ἴδʼ ὡς ἐπίτηκτα φιλοῦσα
ἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.”
οὐκ ἀδικέω τὸν Ἔρωτα. γλυκύς, μαρτύρομαι αὐτὴν
Κύπριν βέβλημαι δʼ ἐκ δολίου κέραος,
καὶ πᾶς τεφροῦμαι· θερμὸν δʼ ἐπὶ θερμῷ ἰάλλει
ἄτρακτον, λωφᾷ δʼ οὐδʼ ὅσον ἰοβολῶν.
χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων,
τίσομαι· ἐγκλήμων δʼ ἔσσομʼ ἀλεξόμενος;
νὺξ μακρὴ καὶ χεῖμα, μέσην δʼ ἐπὶ Πλειάδα δύνει·
κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,
τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα
Κύπρις, ἀνιηρὸν δʼ ἐκ πυρὸς ἧκε βέλος.
κῦμα τὸ πικρὸν Ἔρωτος, ἀκοίμητοί τε πνέοντες
ζῆλοι, καὶ κώμων χειμέριον πέλαγος,
ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται,
ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἐποψόμεθα;
ἄστρα, καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη,
καὶ Νύξ, καὶ κώμων σύμπλανον ὀργάνιον,
ἆρά γε τὴν φιλάσωτον ἔτʼ ἐν κοίταισιν ἀθρήσω
ἄγρυπνον, λύχνῳ πόλλʼ ἀποκλαομένην;
ἦ τινʼ ἔχει σύγκοιτον ; ἐπὶ προθύροισι μαράνας
δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους,
ἓν τόδʼ ἐπιγράψας· “Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης
σῶν κώμων, στοργῆς σκῦλα τάδʼ ἐκρέμασεν.”
γυμνὴν ἢν ἐσίδῃς Καλλίστιον, ὦ ξένε, φήσεις·
ἤλλακται διπλοῦν γράμμα Συρηκοσίων.
ἡ τρυφερὴ μʼ ἤγρευσε Κλεὼ τὰ γαλάκτινʼ, Ἄδωνι,
τῇ σῇ κοψαμένη στήθεα παννυχίδι.
εἰ δώσει κἀμοὶ ταύτην χάριν, ἢν ἀποπνεύσω,
μὴ πρόφασις, σύμπλουν σύν με λαβὼν ἀπάγου.