Ancient Greek · ~7 min
Book 5, lines 5.194-5.202
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.194-202
Not analysed yet
αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον ἦγον Ἔρωτες,
Κύπριδος ἐκ χρυσέων ἐρχομένην θαλάμων,
ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου
γλυπτήν, παρθενίων βριθομένην χαρίτων
καὶ πολλοὺς τότε χερσὶν ἐπʼ ἠιθέοισιν ὀιστοὺς
τόξου Ἰτορφνρέης ἧκαν ἀφʼ ἁρπεδόνης.
αἱ τρισσαὶ Χάριτες τρισσὸν στεφάνωμα συνείραν
Ζηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας·
ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δʼ ἐπὶ μορφᾶς
ἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.
Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν,
καὶ Πειθὼ μύθους, καὶ γλυκὺ κάλλος Ἔρως.
Ζηνοφίλᾳ κάλλος μὲν Ἔρως, σύγκοιτα δὲ φίλτρα
Κύπρις ἔδωκεν ἔχειν, αἱ Χάριτες δὲ χάριν.
ναὶ μὰ τὸν εὐπλόκαμον Τιμοῦς φιλέρωτα κίκιννον,
ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην,
ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνον
λύχνον, ἐμῶν κώμων πόλλʼ ἐπιδόντα τέλη,
βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα·
εἰ δʼ ἐθέλεις καὶ τοῦτʼ, εἰπέ, καὶ ἐκπτύσομαι,
οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας,
οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον,
οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας,
οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους·
οὐκέτι σοὶ φαρέτρη πτερόεντας ὀιστοὺς
κρύπτει, Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.
οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην
αἱ δόλιαι, καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,
ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα
κεῖνται, παρθενίων ὑγρὰ λάφυρα πόθων,
σάνδαλα, καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι.
ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.
ὁ κρόκος, οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦς
σὺν μίτραις κισσοῦ κυάνεοι στέφανοι
τῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ
κεῖνται, τῆς ἱερῆς ξείνια παννυχίδος.
Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷον
ἀστέρα, τῷ χρυσέῳ τερπομένη Σθενίῳ·
ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μελισθὲν
βάρβιτον ἐκ κείνης κεῖτʼ ἔτι παννυχίδσς.
πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα
Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,
νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον,
ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.
Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης
δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.