Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.204
Not analysed yet
οὐκέτι, Τιμάριον, τὸ πρὶν γλαφυροῖο κέλητος
πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίην·
ἀλλʼ ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ,
κυρτοῦται, πολιὸς δʼ ἐκλέλυται πρότονος·
ἱστία δʼ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν
ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας·
νέρθε δὲ πάνθʼ ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσα
πλημμύρει, γόνασιν δʼ ἔντρομός ἐστι σάλος.
δύστανός τοι ζωὸς ἔτʼ ὢν Ἀχερουσίδα λίμνην
πλεύσετʼ ἄνωθʼ ἐπιβὰς γραὸς ἐπʼ εἰκοσόρῳ.