Ancient Greek · ~7 min
Book 5, lines 5.205-5.212
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.205-212
Not analysed yet
ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν
ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,
χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου
γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον,
πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα,
τῆς Λαρισσαίης ξείνια φαρμακίδος.
Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω
παῖδες, ταὶ Μουσῶν εὔκολοι ἐργάτιδες·
Μηλὼ μὲν Μούσαις Πιμπληΐσι τοὺς ταχυχειλεῖς
αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην
ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων
σύγκωμον, κηρῷ ζευξαμένη, δόνακα,
ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ
ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.
αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης
φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,
εἰς δʼ ἕτερʼ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,
μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας,
οὔ μοι παιδομανὴς κραδία·
τί δὲ τερπνόν,Ἔρωτες ,
ἀνδροβατεῖν εἰ μὴ δούς τι λαβεῖν ἐθέλει;
ἁ χεὶρ γὰρ τὰν χεῖρα. καλά με μένει παράκοιτις·
ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.
σῇ, Παφίη Κυθέρεια, παρʼ ᾐόνι εἶδε Κλέανδρος
Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·
καιόμενος δʼ ὑπʼ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ
ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.
χὠ μὲν ἐναυάγει γαίης ἔπι· τὴν δέ, θαλάσσης
ψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί.
νῦν δʼ ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρ
εὐχαί, τὰς κείνης εὔξατʼ ἐπʼ ἠιόνος.
τῷ θαλλῷ Διδύμη με συνήρπασεν ὤ μοι. ἐγὼ δὲ
τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.
εἰ δὲ μέλαινα, τί τοῦτο ; καὶ ἄνθρακες· ἀλλʼ ὅτʼ ἐκείνους
θάλψωμεν, λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.
δάκρυα καὶ κῶμοι, τί μʼ ἐγείρετε, πρὶν πόδας ἆραι
ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;
λήγω δʼ οὔποτʼ ἔρωτος ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης
ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος·
αἰεί μοι δινεῖ μὲν ἐν οὔασιν ἦχος Ἔρωτος,
ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει·
οὐδʼ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλʼ ὑπὸ φίλτρων
ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.
ὦ πτανοί, μὴ καὶ ποτʼ ἐφίπτασθαι μέν, Ἔρωτες,
οἴδατʼ, ἀποπτῆναι δʼ οὐδʼ ὅσον ἰσχύετε;