Ancient Greek · ~7 min
Book 5, lines 5.219-5.226
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.219-226
Not analysed yet
Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα, τὴν τʼ ἐρατεινὴν
καὶ περιδήριτον Κύπριδος ἐργασίην.
ἡδὺ λαθεῖν, φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι·
φώρια δʼ ἀμφαδίων λέκτρα μελιχρότερα,
εἰ καὶ νῦν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν
κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,
ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνούς,
νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,
μηδʼ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων
τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.
ἀντὶ πατρὸς τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ,
καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.
μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν
φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;
λεκτέον ἀμφαδίην μελεδήματα· κἤν τις ἐρύξῃ]
μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης,
φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖν
ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.
εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα
κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·
εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν,
αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο·
εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ
Κύπρις ἐνικήθη, κἀνεδίκαζε Πάρις.
σιγῇ ἐφ̓ʼ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας
τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.
Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο, μηδὲ διδάσκου,
Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχειν
ὡς δὲ πάρος, Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ,
οὐ δρόμον ὠκυπόδην εἶχες ἐπʼ ἀντολίης,
οὕτω μοι περὶ νύκτα, μόγις ποθέοντι φανεῖσαν,
ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.
λῆξον,Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δʼ ἐπιθυμεῖς
βάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα.
ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχώρ,
δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης.
εἰμὶ γὰρ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάων
ἤπιά μοι πάσσει φάρμακα δευομένῳ.
Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς
κάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες.
ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων,
κάλλεος ἀκρήτου ζωροπόται θρασέες;
τῆλε; διαθρέξωμεν ὅπῃ σθένος· ἐν δὲ γαλήνῃ
νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.
εἰ δʼ ἄρα του καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ,
γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι,
ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ,
φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην.